← Explore passages

General Christianity

Hippolytus: ὅτι μετὰ ἐνιαυτὸν ἡ κρίσις

Commentary on Daniel (Greek) · Commentary on Daniel IV.19, Bonwetsch ed. pp. 232–234

Edition, transcription and reuse details

Hippolytus, Commentary on Daniel IV.19, Greek text in G. Nath. Bonwetsch (ed.), Hippolytus Werke I.1: Kommentar zum Buche Daniel (Die griechischen christlichen Schriftsteller; Leipzig: Hinrichs, 1897), pp. 232–234 (Internet Archive hippolytuswerke01hipp, leaves n273, n275). Transcribed from the page images; the OCR layer was used only to locate the passage. Bonwetsch’s editorial supplement πο⟨τ⟩ε retained; his sentence numbers, line numbers, manuscript folio marks and column bars omitted; elision mark given as ’; German-style quotation marks as printed.

Third-century Greek text in an 1897 edition; public domain. Historical printed text, public domain (published before 1929). The historical wording is reproduced.

XIX. Ἕτερος δέ τις ὁμοίως ἐν τῷ Πόντῳ, καὶ αὐτὸς προεστὼς ἐκκλησίας, εὐλαβὴς μὲν ἀνὴρ καὶ ταπεινόφρων, μὴ προσέχων δὲ ἀσφαλῶς ταῖς γραφαῖς, ἀλλὰ τοῖς ὁράμασιν οἷς αὐτὸς ἑώρα μᾶλλον ἐπίστευεν. ἐπιτυχὼν γὰρ ἐφ’ ἑνὶ καὶ δευτέρῳ καὶ τρίτῳ ἐνυπνίῳ, ἤρξατο λοιπὸν προλέγειν τοῖς ἀδελφοῖς ὡς προφήτης· τόδε εἶδον καὶ τόδε μέλλει γίνεσθαι. καὶ δή πο⟨τ⟩ε πλανηθεὶς εἶπεν· γινώσκετε ἀδελφοί, ὅτι μετὰ ἐνιαυτὸν ἡ κρίσις μέλλει γίνεσθαι. οἱ δὲ ἀκούσαντες αὐτοῦ προλέγοντος, ὡς ὅτι „ἐνέστηκεν ἡ ἡμέρα τοῦ κυρίου“, μετὰ κλαυθμῶν καὶ ὀδυρμῶν ἐδέοντο τοῦ κυρίου νυκτὸς καὶ ἡμέρας πρὸ ὀφθαλμῶν ἔχοντες τὴν ἐπερχομένην τῆς κρίσεως ἡμέραν. καὶ εἰς τοσοῦτον ἤγαγεν φόβον καὶ δειλίαν τοὺς ἀδελφούς, ὥστε ἐᾶσαι αὐτῶν τὰς χώρας καὶ τοὺς ἀγροὺς ἐρήμους τά τε κτήματα αὐτῶν οἱ πλείους κατεπώλησαν. ὁ δὲ ἔφη αὐτοῖς· ἐὰν μὴ γένηται καθὼς εἶπον, μηκέτι μηδὲ ταῖς γραφαῖς πιστεύσητε, ἀλλὰ ποιείτω ἕκαστος ὑμῶν ὃ βούλεται. τῶν δὲ προσδοκώντων μὲν τὸ ἀποβησόμενον καὶ τοῦ ἐνιαυτοῦ πληρωθέντος, μηδενὸς δὲ ὧν ἐκεῖνος ἔλεγεν συμβάντος, αὐτὸς μὲν κατησχύνθη ὡς ψευσάμενος, αἱ δὲ γραφαὶ ἐφάνησαν ἀληθεύουσαι, οἱ δὲ ἀδελφοὶ εὑρέθησαν σκανδαλιζόμενοι, ὥστε λοιπὸν τὰς παρθένους αὐτῶν γῆμαι καὶ τοὺς ἄνδρας ἐπὶ τὴν γεωργίαν χωρῆσαι· οἱ δὲ εἰκῇ τὰ ἑαυτῶν κτήματα πωλήσαντες εὑρέθησαν ὕστερον ἐπαιτοῦντες.